| LIBER UICESIMUS SEPTIMUS | |
| DE EXCUSATIONIBUS | |
| Modestinus libro primo excusationum. Ἑρέννιοϲ Μοδεϲτῖνοϲ Ἐγνατίῳ Δέξτρῳ. ϲυγγράψαϲ | 27.1.1.pr.1 |
| ϲύγγραμμα, ὡϲ ἐμοὶ δοκεῖ, χρηϲιμώτατον, ὅπερ παραίτηϲιν ἐπιτροπῆϲ καὶ κουρατορίαϲ ὠνόμαϲα, | |
| τοῦτό ϲοι πέπομφα. Ποιήϲομαι δὲ ὡϲ ἂν οἷόϲ τε ὦ τὴν περὶ τούτων διδαϲκαλίαν ϲαφῆ, ἀφη- | 1.1 |
| γούμενοϲ τὰ νόμιμα τῇ τῶν Ἑλλήνων φωνῇ, εἰ καὶ οἶδα δύϲφραϲτα εἶναι αὐτὰ νομιζόμενα πρὸϲ | |
| τὰϲ τοιαύταϲ μεταβολάϲ. Προϲθήϲω δὲ τῇ τῶν λεγομένων διηγήϲει αὐτὰ τὰ τῶν νόμων ῥήματα, | 2.1 |
| εἴ που καὶ τούτου δεηθείην, ἵνα τήν τε τῶν λεκτέων καὶ τὴν τῶν ἀναγνωϲτέων χρῆϲιν ἔχοντεϲ | |
| τὸ ὁλόκληρον τοῖϲ δεομένοιϲ καὶ τὴν ὠφέλειαν παραϲχώμεθα. Λεκτέον τοίνυν πρῶτον, τίναϲ οὐ | 3.1 |
| δεῖ χειροτονεῖϲθαι. Ἀπελευθερικοῖϲ ὀρφανοῖϲ εὐγενεῖϲ οὐ δώϲουϲιν οἱ ἄρχοντεϲ ἐπι- | 4.1 |
| τρόπουϲ ἢ κουράτοραϲ, πλὴν εἰ μὴ παντελὴϲ ἀπορία κατὰ τὸν τόπον ἀπελευθέρων ἐϲτίν· ἀπελευ- | |
| θερικοῖϲ γὰρ ἀπελευθέρουϲ μόνουϲ δεῖν δίδοϲθαι τοὺϲ ἐκ τοῦ αὐτοῦ τόπου ὄνταϲ θείου Μάρκου | |
| ὀρατίων κελεύει. ἐὰν δὲ δοθῇ, ὁ θειότατοϲ Ϲεβῆροϲ τῶν ἀφηλίκων προνοούμενοϲ ὑπεύθυνον αὐτὸν | |
| εἶναι τῇ ἐπιτροπῇ, ἐὰν μὴ ἐμπροθέϲμωϲ δικαιολογήϲηται, ἀντέγραψεν. Οὐκ ἔξεϲτιν κου- | 5.1 |
| ρατορεύειν μνηϲτῆρα μνηϲτῆϲ, ὡϲ ἡ ϲύγκλητοϲ λέγει· χειροτονηθεὶϲ δὲ ὁ τοιοῦτοϲ ἀπολυθήϲεται. | |
| Idem libro secundo excusationum. Ἀφίενται ἐπιτροπῆϲ καὶ κουρατορίαϲ καὶ οἱ | 2.pr.1 |
| ἑβδομήκοντα ἔτη πεπληρωκότεϲ. ὑπερβεβηκέναι δὲ δεῖ τὰ ἑβδομήκοντα ἔτη ἐν ἐκείνῳ τῷ χρόνῳ | |
| ἐν ᾧ χειροτονεῖται, ἢ ἐν ᾧ τῇ κληρονομίᾳ προϲέρχεταί τιϲ, ἢ ἐν ᾧ ἡ αἵρεϲιϲ ἡ τῇ διαθήκῃ | |
| προϲγραφεῖϲα πεπλήρωται, οὐκ ἐντὸϲ τῶν χρόνων τῆϲ παραιτήϲεωϲ. Ἡ δὲ ἡλικία δείκνυται ἢ ἐκ | 1.1 |
| παιδογραφιῶν ἢ ἐξ ἑτέρων ἀποδείξεων νομίμων. Ἀφίηϲιν ἐπιτροπῆϲ καὶ κουρατορίαϲ καὶ πολυ- | 2.1 |
| παιδία. | |
| Νομίμουϲ δὲ παῖδαϲ εἶναι δεῖ πάνταϲ, κἂν μὴ ὦϲιν ἐν ἐξουϲίᾳ. | 3.1 |
| Δεῖ δὲ εἶναι τοὺϲ παῖ- | 4.1 |
| δαϲ ὅτε οἱ πατέρεϲ δίδονται ἐπίτροποι· οἱ γὰρ πρὶν τελευτήϲαντεϲ οὐ ϲυναριθμοῦνται, οὔτε | |
| πάλιν βλάπτουϲιν οἱ μετὰ τοῦτο ἀποθανόντεϲ· καὶ ταῦτά φηϲι διάταξιϲ τοῦ | |
| θειοτάτου Ϲεβήρου. Τοῦτο δὲ δοκεῖ μὲν εἰρῆϲθαι περὶ τοῦ κατὰ διαθήκαϲ δοθέντοϲ ἐπιτρόπου· | 5.1 |
| ἁρμόζοι δὲ ἂν καὶ ἐπὶ παντὸϲ ἑτέρου. Ὁ δὲ ἐν τῇ γαϲτρὶ ὢν εἰ καὶ ἐν πολλοῖϲ μέρεϲιν τοῦ | 6.1 |
| νόμου ϲυνκρίνεται τοῖϲ ἤδη γεγενημένοιϲ, ὅμωϲ οὔτε ἐν τῇ παρούϲῃ ζητήϲει οὔτε ἐν ταῖϲ λοιπαῖϲ | |
| πολιτικαῖϲ λειτουργίαιϲ ϲυναίρεται τῷ πατρί· καὶ τοῦτο εἴρηται διατάξει τοῦ θειοτάτου Ϲεβήρου. | |
| Οὐ μόνον δὲ υἱοὶ ἄφεϲιν ἐπιτροπῆϲ διδόαϲιν καὶ θυγατέρεϲ, ἀλλὰ καὶ ἔγγονοι ἐξ υἱῶν ἀρρένων | 7.1 |
| τεχθέντεϲ ἄρρενέϲ τε καὶ θήλειαι. βοηθοῦϲιν δὲ τότε, ὁπόταν τοῦ πατρὸϲ αὐτῶν ἀποθανόντοϲ | |
| τὸν ἐκείνου τόπον πληρώϲωϲιν τῷ πάππῳ. ὅϲοι δ’ ἂν ὦϲιν ἔγγονοι ἐξ ἑνὸϲ υἱοῦ, ἀντὶ ἑνὸϲ | |
| τέκνου ἀριθμοῦνται. ταῦτα δὲ καὶ ἐκ διατάξεων, αἳ περὶ τῶν τέκνων διαλέγονται, ἔϲτιν ϲυναγα- | |
| γεῖν· οὐδαμοῦ γὰρ ἔϲτιν ῥᾳδίωϲ εὑρεῖν, ὅτι περὶ υἱῶν διαλέγεται διάταξιϲ, ἀλλὰ περὶ τέκνων· ἡ | 5 |
| δὲ προϲηγορία αὕτη καὶ ἐπὶ τοὺϲ ἐγγόνουϲ ἐκτείνεται. Τὸν δὲ ἀριθμὸν τῶν τέκνων | 8.1 |
| τὸν ὡριϲμένον ταῖϲ διατάξεϲιν εἶναι δεῖ ἑκάϲτῳ τότε, ὃτε χειροτονεῖται, οὐχὶ κἂν μετὰ τὸ χειρο- | |
| τονηθῆναι γενηθῇ πρὸ τοῦ τὰ δίκαια τῆϲ ἀφέϲεωϲ παραϲχέϲθαι· οἱ γὰρ μετὰ τοῦτο γεγενημένοι | |
| οὐ βοηθοῦϲιν, ὡϲ διάταξίϲ φηϲιν Ϲεβήρου καὶ Ἀντωνίνου. Ἔτι μὴν καὶ οἱ τρεῖϲ ἔχοντεϲ ἐπι- | 9.1 |
| τροπὰϲ ἢ τρεῖϲ κουρατίοναϲ ἢ ἀναμεμιγμέναϲ τρεῖϲ κουρατορίαϲ τε καὶ ἐπιτροπὰϲ καὶ ἔτι με- | |
| νούϲαϲ, τοῦτ’ ἔϲτιν μήπω ἐκβάντων τὴν ἡλικίαν τῶν ἀφηλίκων, οὗτοι ἀφίενται εἰϲ τετάρτην ἐπι- | |
| τροπὴν ἢ κουρατορίαν καλούμενοι. ἀλλὰ μὴν κἂν κουράτωρ τιϲ ᾖ μὴ ἀφήλικοϲ, ἀλλὰ μαινομένου, | |
| εἰϲ τὸν ἀριθμὸν τῶν κουρατοριῶν καὶ αὐτὴ ὑπολογιϲθήϲεται ἡ κουρατορία· ὅπερ οὕτωϲ ἔχειν | 5 |
| διδάϲκει διάταξιϲ Ϲεβήρου καὶ Ἀντωνίνου. λέγει καὶ ὁ κράτιϲτοϲ Οὐλπιανὸϲ περὶ τῶν τριῶν ἐπι- | |
| τροπῶν ταῦτα. | |
| Ulpianus libro singulari de officio praetoris tutelaris. Tria onera | 3.pr.1 |
| tutelarum dant excusationem. tria autem onera sic sunt accipienda, ut non numerus pu- | |
| pillorum plures tutelas faciat, sed patrimoniorum separatio: et ideo qui tribus fratribus | |
| tutor datus est, qui indiuisum patrimonium haberent, uel quibusdam tutor, quibusdam cu- | |
| rator, unam tutelam suscepisse creditur. | 5 |
| Modestinus libro secundo excusationum. Ἔφαμεν τρεῖϲ ἔχονταϲ ἐπιτροπὰϲ εἰϲ | 4.pr.1 |
| τετάρτην μὴ καλεῖϲθαι. ἐζητήθη τοίνυν, ἐάν τιϲ ἐν δύο ὢν ἐπιτροπαῖϲ εἶτα εἰϲ ἐπιτροπὴν τρίτην | |
| προβληθεὶϲ ἐκκαλέϲηται καὶ ἔτι μετεώρου οὔϲηϲ τῆϲ δίκηϲ τῆϲ ἐπὶ τῇ ἐκκλήτῳ εἰϲ τετάρτην | |
| ἐπιτροπὴν προβληθῇ, πότερον εἰϲ τὴν τετάρτην δικαιολογούμενοϲ μνηϲθήϲεται καὶ τῆϲ τρίτηϲ ἢ | |
| παντάπαϲιν παραλείψει ἐκείνην. καὶ εὑρίϲκω ὑπὸ τῶν θειοτάτων Ϲεβήρου καὶ Ἀντωνίνου διατε- | 5 |
| ταγμένον μὴ δεῖν εἰϲ τετάρτην προχειρίξεϲθαι τὸν ἀπὸ τῆϲ τρίτηϲ ἔκκλητον πεποιημένον, ἀλλὰ | |
| μετεώρου οὔϲηϲ τῆϲ ἐπὶ τῇ τρίτῃ χειροτονίᾳ δικαιολογίαϲ τὸ ἐκείνηϲ τέλοϲ περιμένειν ὅρον ἐϲό- | |
| μενον τῇ τετάρτῃ χειροτονίᾳ, ὀρθῷ τῷ λόγῳ· εἰ γὰρ τὴν τῇ τάΞει τετάρτην ὑποδέξεταί τιϲ ὡϲ | |
| τῇ δυνάμει τρίτην, ἀδίκου τῆϲ ἐπὶ τῇ τρίτῃ ἐκκλήτου ἀποφανθείϲηϲ τέϲϲαρϲι χρείαιϲ ἐνκαταϲχε- | |
| θήϲεται παρὰ τοὺϲ νόμουϲ. Ἐὰν πατὴρ ἐν τριϲὶν ᾖ φρόντιϲιν ἢ ἐπιτροπῶν ἢ κουρατοριῶν, ὁ | 1.1 |
| υἱὸϲ αὐτοῦ οὐκ ἐνοχληθήϲεται, καὶ τοῦτο οὕτω διατέτακται ὑπὸ τῶν θειοτάτων Ϲεβήρου καὶ | |
| Ἀντωνίνου. τοῦτο δὲ καὶ ἐκ τοῦ ἐναντίου ἐϲτίν, ὡϲ δεῖν τὰϲ τοῦ υἱοῦ ἐπιτροπὰϲ ἄνεϲιν τῷ | |
| πατρὶ διδόναι καὶ πάλιν ἀμφοτέροιϲ τὰϲ κοινάϲ, τοῦτ’ ἔϲτιν μίαν τοῦ υἱοῦ καὶ δύο τοῦ πατρὸϲ ἢ | |
| εἰϲ τὸ ἔμπαλιν. τότε δὲ ταῦτα οὕτωϲ ἔχει, ἐπειδὰν τὸ βάροϲ ἑνὶ οἴκῳ, οὐχὶ διακεχωριϲμένοιϲ | 5 |
| διαφέρη. γράφει δὲ καὶ Οὐλπιανὸϲ ὁ κράτιϲτοϲ ταῦτα. | |
| Ulpianus libro singulari de officio praetoris tutelaris. Tria onera | 5.pr.1 |
| in domo una esse sufficit: proinde si pater alicuius uel filius uel frater qui est in eiusdem | |
| potestate tria onera sustineat, quae ad periculum patris sui spectent, quia uoluntate eius | |
| administrant, omnibus excusatio a tutela competit. sed si non patris uoluntate ad- | |
| ministrent, non prodesse saepe rescriptum est. | 5 |
| Modestinus libro secundo excusationum. Ἐὰν δύο ἔχοντι ἐπιτροπὰϲ ἄλλαι δύο | 6.pr.1 |
| ὁμοῦ ἐπαχθῶϲιν, ἡ τῇ τάξει τρίτη βοηθήϲει αὐτῷ εἰϲ τὴν ἄφεϲιν τῆϲ τετάρτηϲ, κἂν αὐτοκράτωρ | |
| ᾖ ὁ τὴν τετάρτην ἐγχειρίϲαϲ, ἢ τὴν τρίτην, πρὶν μέντοι γνῶναι τὰ τοῦ αὐτοκράτοροϲ φθάϲῃ | |
| προβληθεὶϲ εἰϲ ἄλλην. ἐὰν δὲ ἡ τάξιϲ μὴ φαίνηται, ἀλλὰ ἐν μιᾷ ἡμέρᾳ αἱ δύο χειροτονίαι προ- | |
| τεθῶϲιν ἐν διαφόροιϲ χάρταιϲ, οὐχ ὁ χειροτονηθείϲ, ἀλλὰ ὁ χειροτονήϲαϲ ἐπιλέξεται, ὁποίαν δεῖ | 5 |
| αὐτὸν ὑποδέξαϲθαι. Γραμματικοί, ϲοφιϲταὶ ῥήτορεϲ, ἰατροὶ οἱ περιοδευταὶ καλούμενοι ὥϲπερ τῶν | 1.1 |
| λοιπῶν λειτουργιῶν οὑτωϲὶ δὲ καὶ ἀπὸ ἐπιτροπῆϲ καὶ κουρατορίαϲ ἀνάπαυϲιν ἔχουϲιν. Ἔϲτιν | 2.1 |
| δὲ καὶ ὁ ἀριθμὸϲ ῥητόρων ἐν ἑκάϲτῃ πόλει τῶν τὴν ἀλειτουργηϲίαν ἐχόντων, καὶ αἱρέϲειϲ τινὲϲ | |
| προϲκείμεναι τῷ νόμῳ, ὅπερ δηλοῦται ἐξ ἐπιϲτολῆϲ Ἀντωνίνου τοῦ Εὐϲεβοῦϲ γραφείϲηϲ μὲν τῷ | |
| κοινῷ τῆϲ Ἀϲίαϲ, παντὶ δὲ τῷ κόϲμῳ διαφερούϲηϲ, ἧϲ ἐϲτὶν τὸ κεφάλαιον τοῦτο ὑποτεταγμένον· | |
| 'Αἱ μὲν ἐλάττουϲ πόλειϲ δύνανται πέντε ἰατροὺϲ ἀτελεῖϲ ἔχειν καὶ τρεῖϲ ϲοφιϲτὰϲ καὶ γραμματι- | 5 |
| κοὺϲ τοὺϲ ἴϲουϲ· αἱ δὲ μείζουϲ πόλειϲ ἑπτὰ τοὺϲ θεραπεύονταϲ, τέϲϲαραϲ τοὺϲ παιδεύονταϲ | |
| ἑκατέραν παιδείαν· αἱ δὲ μέγιϲται πόλειϲ δέκα ἰατροὺϲ καὶ ῥήτοραϲ πέντε καὶ γραμματικοὺϲ τοὺϲ | |
| ἴϲουϲ. ὑπὲρ δὲ τοῦτον τὸν ἀριθμὸν οὐδὲ ἡ μεγίϲτη πόλιϲ τὴν ἀτέλειαν παρέχει'. εἰκὸϲ δὲ τῷ | |
| μὲν μεγίϲτῳ ἀριθμῷ χρήϲαϲθαι τὰϲ μητροπόλειϲ τῶν ἐθνῶν, τῷ δὲ δευτέρῳ τὰϲ ἐχούϲαϲ ἀγορὰϲ | |
| δικῶν, τῷ δὲ τρίτῳ τὰϲ λοιπάϲ. Τοῦτον τὸν ἀριθμὸν ὑπερβαίνειν μὲν οὐκ ἔξεϲτιν οὔτε ψηφίϲματι | 3.1 |
| βουλῆϲ οὔτε ἄλλῃ τινὶ παρευρέϲει, ἐλαττοῦν δὲ ἔξεϲτιν, ἐπειδήπερ ὑπὲρ τῶν πολιτικῶν λειτουρ- | |
| γιῶν φαίνεται τὸ τοιοῦτο γινόμενον. Καὶ μέντοι οὐκ ἄλλωϲ τὴν ἀλειτουργηϲίαν ταύτην καρπώ- | 4.1 |
| ϲονται, ἐὰν μὴ δόγματι βουλῆϲ ἐνκαταλεγῶϲιν τῷ ἀριθμῷ τῷ ϲυγκεχωρημένῳ καὶ περὶ τὸ ἔργον | |
| ὀλιγώρωϲ μὴ ἔχωϲιν. Καὶ φιλοϲόφουϲ δὲ ἀπολύεϲθαι ἐπιτροπῶν Παῦλοϲ γράφει οὕτωϲ· Philo- | 5.1 |
| sophi oratores grammatici, qui publice iuuenibus prosunt, excusantur a tutelis. Nam et | 6.1 |
| Ulpianus libro quarto de officio proconsulis ita scribit: Sed et reprobari | |
| medicum posse a republica, quamuis semel probatus sit, imperator noster cum patre Laelio | |
| Basso rescripsit. Περὶ δὲ τῶν φιλοϲόφων ἡ αὐτὴ διάταξιϲ τοῦ Πίου οὕτω λέγει· 'Φιλοϲόφων δὲ | 7.1 |
| οὐκ ἐτάχθη ἀριθμὸϲ διὰ τὸ ϲπανίουϲ εἶναι τοὺϲ φιλοϲοφοῦνταϲ· οἶμαι δὲ ὅτι οἱ πλούτῳ ὑπερ- | |
| βάλλοντεϲ ἐθελονταὶ παρέξουϲιν τὰϲ ἀπὸ τῶν χρημάτων ὠφελείαϲ ταῖϲ πατρίϲιν· εἰ δὲ ἀκριβο- | |
| λογοῖντο περὶ τὰϲ οὐϲίαϲ, ἀυτόθεν ἤδη φανεροὶ γενήϲονται μὴ φιλοϲοφοῦντεϲ'. Ἔϲτιν δὲ καὶ ἐν | 8.1 |
| ταῖϲ τοῦ βαϲιλέωϲ Κομμόδου διατάξεϲιν ἐνγεγραμμένον κεφάλαιον ἐξ ἐπιϲτολῆϲ Ἀντωνίνου τοῦ | |
| Εὐϲεβοῦϲ, ἐν ᾧ δηλοῦται καὶ φιλοϲόφουϲ ἀλειτουργηϲίαν ἔχειν ἀπὸ ἐπιτροπῶν. ἔϲτιν δὲ τὰ ῥή- | |
| ματα ταῦτα· 'Ὁμοίωϲ δὲ τούτοιϲ ἅπαϲιν ὁ θειότατοϲ πατήρ μου παρελθὼν εὐθὺϲ ἐπὶ τὴν ἀρχὴν | |
| διατάγματι τὰϲ ὑπαρχούϲαϲ τιμὰϲ καὶ ἀτελείαϲ ἐβεβαίωϲεν, γράψαϲ φιλοϲόφουϲ ῥήτοραϲ γραμμα- | 5 |
| τικοὺϲ ἰατροὺϲ ἀτελεῖϲ εἶναι γυμναϲιαρχιῶν ἀγορανομιῶν ἱερωϲυνῶν ἐπιϲταθμιῶν ϲιτωνίαϲ ἐλαιω- | |
| νίαϲ καὶ μήτε κρίνειν μήτε πρεϲβεύειν μήτε εἰϲ ϲτρατείαν καταλέγεϲθαι ἄκονταϲ μήτε εἰϲ ἄλλην | |
| αὐτοὺϲ ὑπηρεϲίαν ἐθνικὴν ἤ τινα ἄλλην ἀναγκάζεϲθαι'. Ἔτι κἀκεῖνο εἰδέναι χρή, ὅτι ὁ ἐν τῇ | 9.1 |
| ἰδίᾳ πατρίδι διδάϲκων ἢ θεραπεύων τὴν ἀλειτουργηϲίαν ταύτην ἔχει· ἐὰν γὰρ Κομανεὺϲ ὢν ἐν | |
| Νεοκαιϲαρείᾳ ϲοφιϲτεύῃ ἢ θεραπεύῃ ἢ διδάϲκῃ, παρὰ Κομανεῦϲιν ἀλειτουργηϲίαν οὐκ ἔχει. καὶ | |
| τοῦτο οὕτω νενομοθέτηται ὑπὸ τῶν θειοτάτων Ϲεβήρου καὶ Ἀντωνίνου. Τοὺϲ μέντοι ἄγαν ἐπι- | 10.1 |
| ϲτήμοναϲ καὶ ὑπὲρ τὸν ἀριθμὸν καὶ ἐν ἀλλοτρίᾳ πατρίδι τὰϲ διατριβὰϲ ποιουμένουϲ εἶναι ἀλει- | |
| τουργήτουϲ Παῦλοϲ γράφει, λέγων τὸν θειότατον Ἀντωνῖνον τὸν Εὐϲεβῆ οὕτω κεκελευκέναι. Τὸν | 11.1 |
| ἐν Ῥώμῃ ϲοφιϲτεύοντα ἢ ϲαλαρίῳ ἢ καὶ χωρὶϲ ϲαλαρίου ἄφεϲιν ἔχειν νενομοθέτηται ὑπὸ τῶν | |
| θειοτάτων Ϲεβήρου καὶ Ἀντωνίνου, οὕτωϲ ὡϲ ἂν εἰ ἔτυχεν ἐν ἰδίᾳ πατρίδι διδάϲκων. αἷϲ νομο- | |
| θεϲίαιϲ δύναταί τιϲ ἐκεῖνον προϲαγαγεῖν τὸν λόγον, ὅτι κοινῆϲ οὔϲηϲ τε καὶ νομιζομένηϲ πατρίδοϲ | |
| τῆϲ βαϲιλευούϲηϲ εἰκότωϲ ἂν ὡϲ ἐν ἰδίᾳ πατρίδι χρήϲιμον ἑαυτὸν παραϲχὼν ἀλειτουργηϲίαν καρ- | 5 |
| πώϲεται. Νόμων δὲ διδάϲκαλοι ἐν ἐπαρχίᾳ διδάϲκοντεϲ ἄφεϲιν οὐκ ἕξουϲιν, ἐν Ῥώμῃ δὲ διδά- | 12.1 |
| ϲκοντεϲ ἀφίενται. Ulpianus libro singulari de officio praetoris tutelaris ita scribit: Athletae | 13.1 |
| habent a tutela excusationem, sed qui sacris certaminibus coronati sunt. Ἔθνουϲ ἱεραρχία, | 14.1 |
| οἷον Ἀϲιαρχία, Βιθυναρχία, Καππαδοκαρχία, παρέχει ἀλειτουργηϲίαν ἀπὸ ἐπιτροπῶν, τοῦτ’ ἔϲτιν | |
| ἕωϲ ἂν ἄρχῃ. Tutela non est rei publicae munus nec quod ad impensam pertinet, sed ciuile: | 15.1 |
| nec prouinciale uidetur tutelam administrare. Ἀφίενται ἐπιτροπῆϲ καὶ κουρατορίαϲ ϲτρατηγοὶ | 16.1 |
| τῶν πόλεων. Δίδωϲιν ἄφεϲιν ἐπιτροπῆϲ καὶ κεφαλικὴ ἔχθρα τῷ χειροτονηθέντι γενομένη πρὸϲ | 17.1 |
| τὸν πατέρα τῶν ὀρφανῶν, ἐκτὸϲ εἰ μὴ κατὰ διαθήκαϲ φανείη δοθεὶϲ ὁ ἐπίτροποϲ, πλὴν εἰ μὴ | |
| μετὰ τὸ γραφῆναι τὴν διαθήκην κεφαλικὸϲ ἀγὼν αὐτοῖϲ πρὸϲ ἀλλήλουϲ ϲυνέϲτη, ἢ εἰ μὴ πρεϲβυ- | |
| τέρα μέν ἐϲτιν τῆϲ διαθήκηϲ ἡ ἔχθρα, διὰ τοῦτο δὲ δοκεῖ δίδοϲθαι ἐπίτροποϲ, ἵνα ὑποβληθῇ | |
| ἐνοχῇ καὶ πράγμαϲιν· καὶ τοῦτο ἐξ ἐπιϲτολῆϲ Ϲεβήρου βαϲιλέωϲ δείκνυται. Ἔτι ἀπολύεται ἐπι- | 18.1 |
| τροπῆϲ, ὁπόταν ἀμφιϲβήτηϲίν τιϲ τῷ ὀρφανῷ περὶ τῆϲ καταϲτάϲεωϲ κινῇ, φαίνηται δὲ τοῦτο μὴ | |
| ϲυκοφαντίᾳ ποιῶν, ἀλλ’ ἐκ καλῆϲ πίϲτεωϲ· καὶ τοῦτο οἱ θειότατοι Μάρκοϲ καὶ Βῆροϲ ἐνομοθέ- | |
| τηϲαν. Περὶ τῶν ἀγροίκων καὶ τῶν ταπεινῶν καὶ τῶν ἀγραμμάτων γράφει Παῦλοϲ οὑτωϲί· | 19.1 |
| Mediocritas et rusticitas interdum excusationem praebent secundum epistulas di- | |
| uorum Hadriani et Antonini. eius qui se neget litteras scire, excusatio accipi non | |
| debet, si modo non sit expers negotiorum. | |
| Ulpianus libro singulari excusationum. Paupertas sane dat ex- | 7.pr.1 |
| cusationem, si quis imparem se oneri iniuncto possit probare, idque diuorum fratrum re- | |
| scripto continetur. | |
| Modestinus libro tertio excusationum. Οἱ πάλαι ϲτρατιῶται οἱ ἐπιτίμωϲ πληρώ- | 8.pr.1 |
| ϲαντεϲ τὸν τῆϲ ϲτρατείαϲ χρόνον ἄφεϲιν ἔχουϲιν ἐπιτροπῶν πρὸϲ πάνταϲ τοὺϲ ἰδιώταϲ. πρὸϲ δὲ | |
| τοὺϲ παῖδαϲ τῶν τῆϲ αὐτῆϲ τάξεωϲ κεκοινωνηκότων ἢ πάντων πάλαι ϲτρατιωτῶν ἐντὸϲ μὲν | |
| ἐνιαυτοῦ τοῦ ἀποϲτρατεύϲαϲθαι ἄφεϲιν ἔχουϲιν, μετὰ δὲ ἐνιαυτὸν οὐκέτι. τὸ γὰρ ἰϲότιμον τῆϲ | |
| ϲτρατείαϲ ἰϲχυρότερον ἐνομίϲθη τῆϲ τῶν πάλαι ϲτρατιωτῶν προνομίαϲ, ἐὰν μὴ ἄρα ἄλλα ἔχωϲιν | 5 |
| δίκαια πρὸϲ παραίτηϲιν ἐπιτροπῆϲ, οἷον ἀριθμὸν ἐτῶν ἤ τι τοιοῦτο, ὁποῖον καὶ τοῖϲ ἰδιώταιϲ πρὸϲ | |
| ἅπανταϲ ϲυναίρεϲθαι εἴωθεν. ταῦτα δὲ περὶ υἱῶν, οὐχὶ περὶ ἐκγόνων τῶν πάλαι ϲτρατιωτῶν· οἱ | |
| γὰρ ἔκγονοι τῶν πάλαι ϲρατιωτῶν ἐν τῇ αὐτῇ χώρᾳ τῶν λοιπῶν ἰδιωτῶν εἶναι πιϲτευθήϲονται. | |
| Οἱ μέντοι ἀτίμωϲ ἀποϲτρατευϲάμενοι ὅμοιοι τοῖϲ μηδὲ ϲτρατευϲαμένοιϲ νομίζονται, καὶ διὰ τοῦτο | 1.1 |
| οὔτε αὐτοὶ ἔχουϲιν προνομίαν οὔτε τοῖϲ τούτων παιϲὶν πάλαι ϲτρατιωταὶ ἐπίτροποι δοθέντεϲ | |
| καταϲχεθήϲονται. Ἔϲθ’ ὅτε δὲ οὐ πληροῦϲί τινεϲ τὸν τῆϲ ϲτρατείαϲ χρόνον καὶ ὅμωϲ ἔχουϲιν | 2.1 |
| ἄφεϲιν ἐπιτροπῶν κατὰ τὰ αὐτὰ τοῖϲ πληρώϲαϲιν· ὁ γὰρ εἰκοϲτὸν ἔτοϲ τῆϲ ϲτρατείαϲ ὑπερβὰϲ | |
| ὅμοιοϲ εἶναι πιϲτεύεται τῷ πληρώϲαντι τὸν τῆϲ ϲτρατείαϲ χρόνον. Ὁ δὲ ἐντὸϲ τούτων τῶν ἐτῶν | 3.1 |
| ἀφεθεὶϲ οὐκ ἔχει διηνεκῆ τὴν ἐπὶ ταῖϲ ἐπιτροπαῖϲ ἀλειτουργηϲίαν, ἀλλὰ πρὸϲ χρόνον, ὥϲπερ καὶ | |
| τῶν λοιπῶν πολιτικῶν λειτουργιῶν ἄφεϲιν ἔχει. ὁ μὲν γὰρ ἐντὸϲ πέντε ἐτῶν τῆϲ ϲτρατείαϲ | |
| ἀπολυθεὶϲ οὐδεμίαν ἑαυτῷ ἐκδικήϲει ἀλειτουργηϲίαν, ὁ δὲ μετὰ πέντε ἑνὸϲ ἐνιαυτοῦ ἔχει ἀλει- | |
| τουργηϲίαν, ὁ δὲ μετὰ ὀκτὼ διετείαϲ, ὁ δὲ μετὰ δώδεκα τριετείαϲ, ὁ δὲ μετὰ δεκαὲξ τετραετείαϲ, | 5 |
| ὁ δὲ μετὰ εἴκοϲιν, ὡϲ προείπομεν, διηνεκῶϲ ἀπολυθήϲεται. Ὁ δὲ ἐν τοῖϲ νυκτοφύλαξιν τοῖϲ ἐν | 4.1 |
| Ῥώμῃ ϲτρατευϲάμενοϲ ἐνιαυτοῦ μόνου ἔχει ἄφεϲιν. Οὗτοι δὲ δηλαδὴ ἐὰν ἐντίμωϲ ἀπολυθῶϲιν, | 5.1 |
| ὥϲπερ προείρηται, ἢ διὰ νόϲον καλουμένην καυϲαρίαν ἄφεϲιν λάβωϲιν (ἔϲτιν γὰρ καὶ αὐτὴ ἔν- | |
| τιμοϲ)· ὁ γὰρ ἀτίμου τυχὼν ἀφέϲεωϲ οὐκ ἔχει ἀνάπαυϲιν. Ϲυνβετερανὸϲ δὲ εἶναι πιϲτεύεται οὐ | 6.1 |
| μόνον ὁ λεγεωνάριοϲ, ἀλλὰ καὶ πᾶϲ παντὸϲ τοῦ ὁπουοῦν ϲτρατευϲαμένου, ἐπιτίμωϲ δὲ καὶ αὐτοῦ | |
| ἀπολυθέντοϲ· καὶ γὰρ λεγεωνάριοϲ τοῦ ἐν τοῖϲ νυκτοφύλαξιν ϲτρατευϲαμένου παίδων ἐπίτροποϲ | |
| γίνεται. Ἤδη δὲ καὶ ϲτρατιώτου ἀφήλικοϲ κουράτωρ δοθήϲεται ὁ πάλαι ϲτρατιώτηϲ, δηλαδὴ ἐάν | 7.1 |
| ὁ πατὴρ αὐτοῦ ἀποθάνῃ· ἐὰν δὲ καὶ οὗτοι ἀπὸ χειρὸϲ ἀπολυθῶϲιν, ὁμοίωϲ. Καὶ τούτοιϲ ἅπαϲιν | 8.1 |
| διατάξειϲ μαρτυροῦϲιν. Γράφει δὲ καὶ Οὐλπιανὸϲ οὕτωϲ· Sed ignominia missi ab ur- | 9.1 |
| bicis plane tutelis excusabuntur, quia ingredi eis urbem non licet. plane si quis in | |
| cohortibus urbanis permilitauit, licet ante uiginti annos mittitur, tamen perpetuam habet a | |
| tutelis excusationem. Ἐζητήθη δὲ πότερον μίαν καὶ ἅπαξ ἐπιτροπὴν ἀναδέχονται οἱ πάλαι | 10.1 |
| ϲτρατιῶται, ἢ ἑνὶ καιρῷ οὐ πλέον τοῦ ἅπαξ, παυομένηϲ δὲ τῆϲ πρώτηϲ ἐπιτροπῆϲ πάλιν ἀνα- | |
| λήψονται. ἀλλ’ ὥϲπερ ἐπὶ τῶν ἰδιωτῶν αἱ παυϲάμεναι οὐ βοηθήϲουϲιν τοῖϲ ἐϲχηκόϲι οὐδὲ εἰϲ τὰϲ | |
| τρεῖϲ ψηφίζονται, οὕτωϲ καὶ ἐπὶ τῶν πάλαι ϲτρατιωτῶν οὐκ ὠφελεῖ τὸ γεγενῆϲθαι. τοῦτο δὲ καὶ | |
| ἐπὶ τῶν κουρατοριῶν ἐϲτὶν νενομοθετημένον, ὡϲ δηλοῖ θεία διάταξιϲ Ϲεβήρου καὶ Ἀντωνίνου. | 5 |
| Καὶ οὐδὲν διαφέρει, πῶϲ δεήϲονται οἱ παῖδεϲ τοῦ ϲυνϲτρατιώτου ἐπιτρόπου ἢ κουράτοροϲ, πό- | 11.1 |
| τερον ἀπὸ χειρὸϲ ἀπολυθέντεϲ ἢ τοῦ πατρὸϲ ἀποθανόντοϲ. Πριμιπιλάριοι ἐκ διατάξεων βαϲιλικῶν | 12.1 |
| παραίτηϲιν ἔχουϲιν τῶν λοιπῶν ἐπιτροπῶν, πριμιπιλαρίου δὲ υἱῶν ἐπιτροπεύϲουϲιν. πριμιπιλάριοι | |
| δὲ οὗτοι νομίζονται οἱ διανύϲαντεϲ τὸ πριμίπιλον ἐὰν δὲ μὴ διανύϲαϲ ἀποθάνῃ, τούτου τῶν | |
| παὶδων πριμιπιλάριοϲ οὐκ ἐπιτροπεύϲει. | |
| Ulpianus libro singulari de officio praetoris tutelaris. Si tribunus in cohor- | 9.pr.1 |
| tibus praetoriis permilitauerit, etiam collegarum filiorum tutela excusabitur beneficio diui | |
| Seueri et imperatoris nostri. | |
| Modestinus libro tertio excusationum. Οὐ μόνον δὲ οἱ τὰϲ ἀπὸ καλίγοϲ ϲτρα- | 10.pr.1 |
| τείαϲ καὶ τὰϲ λοιπὰϲ πριμιπιλάριοι ϲτρατευϲάμενοι, ἀλλὰ καὶ οἱ ὁπωϲοῦν χρείαϲ δημοϲίαϲ δήμου | |
| Ῥωμαίων ἕνεκα ἀποδημήϲαντεϲ ἐνιαυτοῦ ἔχουϲιν ἀνάπαυϲιν μετὰ τὸ ἐπανελθεῖν. Ὁ μέντοι ἐνιαυ- | 1.1 |
| τὸϲ οὗτοϲ οὐ μόνον τοῖϲ πληρώϲαϲιν τὸν ϲυνήθη τῆϲ ϲτρατείαϲ καιρὸν ἐν ταῖϲ λοιπαῖϲ δημοϲίαιϲ | |
| χρείαιϲ δίδοται, ἀλλὰ καὶ τοῖϲ ὁπωϲοῦν παυξαμένοιϲ τῆϲ δημοϲίαϲ χρείαϲ καὶ ἐπανελθοῦϲιν, κἂν | |
| ἐλάττονα χρόνον διατρίψωϲιν τοῦ διατεταγμένου. Ἃϲ μέντοι πρότερον εἶχον ἐπιτροπάϲ, διὰ δὲ | 2.1 |
| τοῦτο ἀπέθεντο ὅτι δημοϲίου ἕνεκα πράγματοϲ ἀπεδήμουν, ταύταϲ ἐπανελθόντεϲ παραυτὰ ἐπανα- | |
| λήψονται οὐδὲν αὐτοῖϲ βοηθοῦντοϲ τοῦ ἐνιαυτοῦ· ὁ γὰρ ἐνιαυτὸϲ πρὸϲ τὰϲ μελλούϲαϲ καινὰϲ | |
| δίδοται, οὐχὶ πρὸϲ τὰϲ ἀναληφθῆναι ὀφειλούϲαϲ. Ἐνιαυτὸϲ δὲ ϲυνημμένων ἡμερῶν ἐξεταϲθή- | 3.1 |
| ϲεται, ἐξ ὅτου τιϲ ἐπανῆλθεν εὐθεῖαν ὁδὸν εὐθύνων ἢ διευθύνειν γε ὀφείλων, οὐχὶ τὴν ἐκ πε- | |
| ριόδων. Καὶ οἱ κατὰ διαθήκαϲ δοθέντεϲ ἐπίτροποι παραιτήϲονται κατὰ νόμουϲ τὸν χειριϲμὸν τῶν | 4.1 |
| ἐν ἄλλῃ ἐπαρχίᾳ ὄντων κτημάτων, ὡϲ δηλοῖ ἡ ὑποτεταγμένη τοῦ θειοτάτου Ϲεβήρου διάταξιϲ· | |
| 'Diui Seuerus et Antoninus Augusti Ualerio. Testamento tutor datus ante praefinitum diem | |
| adire debuisti et postulare, ut ab administratione rerum, quae in alia prouincia erant, libe- | |
| rareris'. Ὁ πριμίπιλον διανύϲαϲ ἐὰν ἐπιτροπὴν δεξάμενοϲ ἑνὸϲ παιδίου πάλιν εἰϲ τὰϲ ϲτρατιω- | 5.1 |
| τικὰϲ χρείαϲ ἀναληφθῇ, ἀποθήϲεται τὴν φροντίδα τῆϲ ἐπιτροπῆϲ. Ὁμοίωϲ καὶ εἰϲ τὸν τόπον | 6.1 |
| ἐκείνου τοῦ ἐπιτρόπου, ὃν μετὰ ταῦτα ϲυνκάθεδρον ἑαυτῷ τιϲ ἀπήγαγεν, δοθήϲεται κουράτωρ, | |
| ὥϲ φηϲιν διάταξιϲ τοῦ θειοτάτου Ϲεβήρου· ἣν ὀρθῶϲ ἐφαρμόζων πᾶϲιν τοῖϲ ὁμοίοιϲ κεφαλαίοιϲ | |
| κουράτορα δίδοϲθαι ἐρεῖ εἰϲ τὸν τόπον τῶν χρόνου ἀνάπαυϲιν λαμβανόντων. Ἐὰν ἀπελεύθεροϲ | 7.1 |
| δοθῇ ἀφῆλιξ ὑπὸ πάτρωνοϲ ἐπίτροποϲ τοῖϲ τέκνοιϲ αὐτοῦ, ἢ καὶ ἕτεροϲ οἱοϲδήποτε ἐλάττων | |
| τῶν εἴκοϲι πέντε ἐνιαυτῶν, ἕωϲ μὲν ἀφῆλιξ ᾖ, οὐκ ἐνοχληθήϲεται. ἐν τοϲούτῳ δὲ ἕτεροϲ εἰϲ | |
| τόπον αὐτοῦ χειροτονηθήϲεται κηδεμών. ὅμοιόϲ ἐϲτιν τούτῳ καὶ ὁ νόμιμοϲ ἐπίτροποϲ, ἐὰν ἀφῆλιξ | |
| ὢν τύχῃ· καὶ γὰρ καὶ εἰϲ τὸν τόπον τούτου κηδεμὼν ἐν τῷ τέωϲ δοθήϲεται. Ἐάν τιϲ οὕτωϲ | 8.1 |
| νοϲήϲῃ, ὡϲ δεῖν αὐτὸν μὴ παντάπαϲιν ἀφεθῆναι ἐπιτροπῆϲ, εἰϲ τὸν τόπον αὐτοῦ κουράτωρ δί- | |
| δοται. ῥαίϲαϲ δὲ πάλιν οὗτοϲ ἀναλήψεται τὴν ἐπιτροπήν. εἰ δὲ καί τιϲ εἰϲ μανίαν ἐμπέϲῃ, ὅμοιόϲ | |
| ἐϲτιν τούτῳ. οὕτω καὶ ὁ Οὐλπιανὸϲ γράφει· Aduersa quoque ualetudo excusat, sed ea, quae | |
| impedimento est, quo minus quis suis rebus superesse possit, ut imperator noster cum | 5 |
| patre rescripsit: | |
| Paulus libro singulari de excusatione tutorum. et non tantum ne incipiant, | 11.pr.1 |
| sed et a coepta excusari debent. | |
| Modestinus libro tertio excusationum. Idem Ulpianus scribit: Sed in hoc | 12.pr.1 |
| rescripto adiectum est solere uel ad tempus uel in perpetuum excusari, prout ualetudo, | |
| qua adficitur. furor autem non in totum excusat, sed efficit, ut curator interim detur. Εἰϲὶν | 1.1 |
| καὶ ἄλλοι, οἵ, κἂν ἤδη ὦϲιν ἐπίτροποι ἢ κουράτορεϲ, διηνεκῶϲ λοιπὸν ἀπολύονται τῆϲ φροντίδοϲ, | |
| οἷον οἱ τὴν ἑϲτίαν ἀλλαχοῦ μεταθεῖναι τυχόντεϲ ἐξ ἀντιγραφῆϲ βαϲιλέωϲ, εἰδότοϲ μὲν αὐτὸν ἐπι- | |
| τροπεὐειν, τὸ δὲ μετοικῆϲαι ῥητῶϲ αὐτῷ φιλοτιμουμένου, καὶ τούτων ἑκάτερον δηλοῦντοϲ τοῖϲ | |
| γράμμαϲιν. | 5 |
| Idem libro quarto excusationum. Εἰδέναι χρὴ ὅτι οὔτε οἱ χειροτονηθέντεϲ ἐπί- | 13.pr.1 |
| τροποι οὔτε οἱ κατὰ διαθήκην δοθέντεϲ ἐκκαλεῖϲθαι ἀνάγκην ἔχουϲιν, ὡϲ δηλοῖ διάταξιϲ τῶν | |
| θειοτάτων Ϲεβήρου καὶ Ἀντωνίνου. τοῦτο δὲ παραφυλάττειν δεῖ καὶ ἐπὶ τῶν χειροτονηθέντων | |
| κουρατόρων· ἐν ὀλίγοιϲ γὰρ πάνυ διαλλάττουϲιν οἱ κουράτορεϲ ἀπὸ τῶν ἐπιτρόπων. κατὰ μέντοι | |
| τῶν ψήφων τῶν ἐκβαλλουϲῶν αὐτοῖϲ τὰϲ ἐξκουϲατίοναϲ ἄδειαν ἕξουϲιν ἐκκαλεῖϲθαι. Πολλὰ δὲ | 1.1 |
| παραφυλάττειν προϲήκει, ἵνα ἐπιτραπῶϲιν ἐπίτροποι ἢ κουράτορεϲ τὰ δίκαια παραϲχέϲθαι τῆϲ | |
| ἀφέϲεωϲ. δεῖ γὰρ αὐτούϲ ἐμπροθέϲμωϲ προϲελθεῖν τῷ δικαϲτῇ. εἰϲὶν δὲ αἱ προθεϲμίαι αὗται· ὁ | |
| μὲν γὰρ ἐν αὐτῇ τῇ πόλει ὤν, ὅπου κεχειροτόνηται, ἢ ἐντὸϲ ἑκατοϲτοῦ μιλίου τῆϲ πόλεωϲ ἐντὸϲ | |
| πεντήκοντα ἡμερῶν παραιτήϲεται, ἢ μετὰ τοῦτο οὐ ϲυγχωρηθήϲεται, ἀλλ’ ἕξεται τῆϲ φροντίδοϲ. | 5 |
| κἂν τούτων τι μὴ ποιήϲῃ, ἔϲται ἐν τῇ αὐτῇ αἰτίᾳ, ἐν ᾗ ἦν ἂν εἰ ἀπεφάνθη τῷ ἰδίῳ κινδύνῳ | |
| αὐτὸν ὀλιγωρεῖν πρὸϲ τὸ μηδὲ καταλείπεϲθαι αὐτῷ τινα ὁδὸν πρὸϲ παραίτηϲιν. ὁ δὲ ὑπὲρ ἑκατὸν | |
| μίλια τῆϲ πόλεωϲ ἀποδημῶν εἴκοϲι μίλια ἕξει ἀριθμούμενα αὐτῷ καθ’ ἑκάϲτην ἡμέραν, ἀφ’ ἧϲ ἂν | |
| γνῷ (δεῖ δὲ αὐτῷ μηνυθῆναι ὑπὸ τῶν ἀρχόντων ἢ κατὰ πρόϲωπον ἢ ἐπὶ τῆϲ οἰκίαϲ) καὶ ἔξωθεν | |
| τούτων ἄλλαϲ τριάκοντα ἡμέραϲ ἔχει πρὸϲ δικαιολογίαν. τοῦτο δὲ διαφέρει καὶ τοῖϲ κατὰ διαθήκαϲ | 10 |
| δοθεῖϲιν, ἐάν τε ἐπίτροποι ὦϲιν ἐάν τε κουράτορεϲ, οὓϲ κουράτοραϲ βεβαιοῦϲθαι ἔθοϲ ὑπὸ τοῦ | |
| ἡγουμένου. Ἕτερον δὲ ἐκεῖνο εὑρίϲκομεν ἐκ τῆϲ Μάρκου νομοθεϲίαϲ ζητήϲεωϲ ἄξιον· τῷ γὰρ | 2.1 |
| ἐν αὐτῇ τῇ πόλει ὄντι, ἐν ᾗ κεχειροτόνηται ἢ ἐντὸϲ ἑκατὸν μιλίων πεντήκοντα ἡμερῶν ἔδωκεν | |
| ὁ νομοθέτηϲ προθεϲμίαν. τῷ δὲ ὑπὲρ ἑκατὸν μίλια διατρίβοντι καθ’ ἑκάϲτην ἡμέραν δεῖν ἀριθμεῖϲθαι | |
| εἴκοϲι μίλια ἐκέλευϲεν καὶ ἔξωθεν τούτων ἄλλαϲ τρίακοντα ἡμέραϲ προϲέθηκεν εἰϲ δικαιολογίαν. | |
| ὅθεν ϲυμβαίνει, ἐὰν ᾖ τιϲ ἀπὸ ἑκατὸν ἑξήκοντα μιλίων τὰϲ διατριβὰϲ ποιούμενοϲ, τούτῳ εἶναι | 5 |
| προθεϲμίαν ὄκτω καὶ τριάκοντα ἡμερῶν, ὄκτω μὲν τῶν ἑκατὸν ἑξήκοντα μιλίων, ὡϲ καθ’ ἑκάϲτην | |
| ἡμέραν εἴκοϲι μιλίων ἀριθμουμένων, τριάκοντα δὲ τὰϲ πρὸϲ τὴν δικαιολογίαν. ἔϲται οὖν ἐν χεί- | |
| ρονι τάξει ὁ πόῤῥωθεν διατρίβων τοῦ ἐντὸϲ ἑκατὸν μιλίων ὄντοϲ ἢ ἐν αὐτῇ τῇ πόλει, εἴγε τού- | |
| τοιϲ μὲν ἀεὶ πεντήκοντα ἡμέραι προθεϲμίαϲ εἰϲὶν, ἐκείνοιϲ δὲ ἐλάττουϲ. ἀλλ’ εἰ καὶ τὰ μάλιϲτα | |
| τὸ ῥητὸν τοῦ νόμου ταύτην ἀποτελεῖ τὴν διάνοιαν, ὅμωϲ ἡ γνώμη τοῦ νομοθέτου ἄλλο βούλεται. | 10 |
| οὕτωϲ γὰρ καὶ Κερβίδιοϲ Ϲκαίβολαϲ καὶ Παῦλοϲ καὶ Δομίτιοϲ Οὐλπιανὸϲ οἱ κορυφαῖοι τῶν νομι- | |
| κῶν γράφουϲιν, φάϲκοντεϲ οὕτωϲ δεῖν ταῦτα παραφυλάττειν, ὡϲ μηδέποτέ τινι ἐλάττω δίδοϲθαι | |
| τῶν πεντήκοντα ἡμερῶν προθεϲμίαν, τότε δὲ μακροτέραν, ὁπόταν ἡ διαρίθμηϲιϲ τῶν ἐπὶ τῇ ὁδῷ | |
| ἡμερῶν προϲτιθεμένη ταῖϲ τριάκοντα ἡμέραιϲ, ἃϲ πρὸϲ δικαιολογίαν ὁ νόμοϲ δίδωϲιν, ὑπερβαίνει | |
| τὰϲ πεντήκοντα ἡμέραϲ, οἷον ἐάν τινα φῶμεν ἀπὸ τετρακοϲίων τεϲϲαράκοντα μιλίων διατρίβειν· | 15 |
| οὗτοϲ γὰρ τῆϲ μὲν ὁδοῦ ἕξει ἡμέραϲ εἴκοϲι δύο, πρὸϲ δικαιολογίαν δὲ ἄλλαϲ τριάκοντα. Παρα- | 3.1 |
| φυλάξουϲιν δὲ ταύτην τὴν προθεϲμίαν πάντεϲ οἱ ὁπωϲοῦν παραιτούμενοι ἐπιτροπὴν ἢ κουρατορίαν | |
| ἢ μέροϲ γε ταύτηϲ. Ἀκόλουθον δέ ἐϲτιν πιϲτεύειν, ὅτι εἰ καί τινι εἴδει παραιτήϲεωϲ ᾖ τιϲ χρώ- | 4.1 |
| μενοϲ, οὐκ ἄλλωϲ ἀκουϲθήϲεται, ἐάν μὴ φυλάξῃ τὴν προθεϲμίαν, εἰ μὴ ἄρα τῆϲ ἑτέραϲ πόλεωϲ | |
| πολίτηϲ ἐϲτίν. Οὕτωϲ δὲ ἐπαναγκέϲ ἐϲτιν φυλάττειν τὴν προθεϲμίαν, ὅτι κἂν δικαιολογηϲάμενοϲ | 5.1 |
| ἀφεθῇ, μὴ ἐλευθεροῦϲθαι αὐτὸν οἱ θειότατοι Ϲεβῆροϲ καὶ Ἀντωνῖνοϲ δηλοῦϲιν ἐν διατάξει κελεύ- | |
| ϲαντεϲ μὴ κρατεῖϲθαι τὸν εἰϲ τόπον αὐτοῦ χειροτονηθέντα, ὡϲ οὐκ ἐξὸν δεδόμενον εἰϲ τόπον | |
| ὄντοϲ ἐπιτρόπου. Ἀπόχρη δὲ ἐντὸϲ τῆϲ προθεϲμίαϲ ἐντυχεῖν μόνον· ἐὰν γὰρ μετὰ ταῦτα μὴ ἑκὼν | 6.1 |
| ἀπολειφθῇ, οὐκ ἔϲται παραγράψιμοϲ. διόπερ ἐὰν ἀφοϲιώϲεωϲ χάριν μόνον ἐντύχῃ, μὴ ἐπιμείνῃ | |
| δὲ μετὰ ταῦτα τῇ δικαιολογίᾳ, μετὰ τὴν προθεϲμίαν ὑποπεϲεῖται τῇ παραγραφῇ. καὶ λέγει τοῦτο | |
| διάταξιϲ τῶν αὐτοκρατόρων Ϲεβήρου καὶ Ἀντωνίνου. Ἐὰν γάρ τιϲ διὰ νόϲον ἢ δι’ ἄλλην ἀνάγκην, | 7.1 |
| οἷον θαλάϲϲηϲ ἢ χειμῶνοϲ ἢ ἐφόδου λῃϲτῶν ἤ τινα ἑτέραν παραπληϲίαν, ἐμπροθέϲμωϲ μὴ δύνηται | |
| ἐντυχεῖν, ϲυνγνώμηϲ τυγχάνειν. οὗ τὴν πίϲτιν ἤρκει ϲυϲτῆϲαι καὶ ἐξ αὐτοῦ τοῦ φύϲει δικαίου, | |
| πλὴν ἀλλὰ καὶ διάταξίϲ ἐϲτιν τῶν αὐτοκρατόρων Ϲεβήρου καὶ Ἀντωνίνου ταῦτα λέγουϲα. Εἰδέναι | 8.1 |
| δὲ δεῖ, ὅτι οὐκ ἀπόχρη τὸ προϲελθεῖν τῷ δικάζοντι, ἀλλὰ δεῖ αὐτὸν καὶ περὶ τοῦ εἴδουϲ τῆϲ | |
| ἀφέϲεωϲ μαρτύραϲθαι, καὶ εἰ πολλὰ ἔχει πρὸϲ ἄφεϲιν δίκαια, πάντα ὀνομάϲαι· εἰ δὲ μή, ὅμοιόϲ | |
| ἐϲτιν τῷ μηδὲ τὴν ἀρχὴν προϲεληλυθότι ὁ προϲελθὼν μέν, δίκαιον δὲ ἀφέϲεωϲ μὴ ὀνομάϲαϲ. | |
| Αἱ δὲ πεντήκοντα ἡμέραι ϲυνημμέναι ψηφίζονται ἀρχόμεναι ἀπὸ τοῦ καιροῦ τῆϲ γνώϲεωϲ, ἐν ᾧ | 9.1 |
| τιϲ ἔγνω ἑαυτὸν δεδόϲθαι. Χρὴ δὲ μιᾷ μαρτύραϲθαι πρό βήματοϲ ἢ ἄλλωϲ ἐπὶ ὑπομνημάτων· | 10.1 |
| δύναται δὲ καὶ βιβλίδια ἐπιδοῦναι χαμᾶθεν, ὡϲ οἱ αὐτοί φαϲιν αὐτοκράτορεϲ. Ταῦτα περὶ τῶν | 11.1 |
| φυλάϲϲειν τὴν προθεϲμίαν ὀφειλόντων· περὶ δὲ τῶν μὴ ὑποκειμένων ταῖϲ προθεϲμίαιϲ φέρε | |
| ϲκεψώμεθα. Οἱ γὰρ παρανόμωϲ δοθέντεϲ ἐπίτροποι, τοῦτ’ ἔϲτιν ἢ ὑφ’ ὧν μὴ ἐχρῆν, ἢ οὗτοι οὓϲ | 12.1 |
| μὴ ἐχρῆν, ἢ οἷϲ μὴ ἐχρῆν, ἢ ὃν μὴ ἐχρῆν τρόπον, ἐάν μήτε βεβαιωθῶϲιν μήτε ἐφάψωνται τοῦ | |
| χειριϲμοῦ, εἰϲὶν ἀνεύθυνοι, οὐδὲ προοίϲει τιϲ αὐτοῖϲ ὅτι τὰϲ προθεϲμίαϲ οὐκ ἐτήρηϲαν τῶν παραι- | |
| τήϲεων· οὐδὲ γὰρ ἔχουϲιν παραιτήϲεωϲ ἀνάγκην, ὡϲ δείκνυται ἐκ τῶν ὑποτεταγμένων διατάξεων, | |
| ἃϲ παραδείγματοϲ χάριν ὑπέταξα, ἐφαρμόζοιντο δὲ ἂν πᾶϲιν. 'Diui Seuerus et Antoninus | 5 |
| Augusti Narcisso. Ab auo materno tutor datus necesse non habuisti excusari, cum ipso | |
| iure non teneris: si igitur administrationi te non miscuisti, potes esse securus'. ὁμοίωϲ δὲ | |
| καὶ ἐὰν τὸν μὴ ὑποκείμενον τῇ δικαιοδοϲίᾳ χειροτονήϲωϲιν οἱ ἄρχοντεϲ ἐπίτροπον ἢ κουράτορα, | |
| οὐδὲ οὗτοϲ ἀνάγκην ἔχει παραφυλάϲϲειν τὰϲ προθεϲμίαϲ, οἷον τὸν μήτε πολίτην μήτε ἰνκόλαν. | |
| Idem libro quinto excusationum. Ἀπελεύθερον ἐν τῷ λόγῳ τῷ περὶ ἀφέϲεωϲ | 14.pr.1 |
| ἐπιτρόπων καὶ κουρατόρων εἰδέναι δεῖ ὅτι οὐ μόνον τοῦ πατρὸϲ τοῦ ὀρφανοῦ, ἀλλὰ καὶ μητρὸϲ | |
| νοεῖϲθαι χρή. Καὶ ὁπόταν δὲ ζητῶμεν περὶ παίδων πάτρωνοϲ, εἰδέναι χρὴ ὅτι τὴν προϲηγορίαν | 1.1 |
| ταύτην οὐκ ἐν τῷ πρώτῳ βαθμῷ ϲτήϲομεν, τοῦτ’ ἔϲτιν υἱὸν καὶ θυγατέρα, ἀλλὰ καὶ ἐγγόνουϲ | |
| ἐξ ἑκατέρου καὶ τοὺϲ ἐφεξῆϲ. Ἀλλὰ καὶ ἐὰν δίκαιον χρυϲῶν δακτυλίων λάβῃ, ἔτι διαϲώζει τὴν | 2.1 |
| τῶν ἀπελευθέρων τάξιν ἐν τούτῳ, ἅπερ ἀντέγραψεν ὁ θειότατοϲ Ἀντωνῖνοϲ ὁ μέγαϲ. Ὁ ἰδίῳ | 3.1 |
| ἀργυρίῳ ὠνηθεὶϲ καὶ ἀπελευθερωθεὶϲ οὐδαμῶϲ ϲυγκρίνεται τοῖϲ λοιποῖϲ ἀπελευθέροιϲ. Ἐὰν πολλοὶ | 4.1 |
| ἀπελευθερώϲωϲιν ἕνα, πάντων τοῖϲ τέκνοιϲ ἐπίτροποϲ δοθήϲεται καὶ ἀπὸ τριῶν ἐπιτροπῶν οὐκ | |
| ἀπολυθήϲεται. | |
| Idem libro sexto excusationum. Ϲπάδοντα χειροτονήϲουϲιν ἐπίτροπον· οὐδεμίαν | 15.pr.1 |
| γὰρ ἔχει παραίτηϲιν, ὡϲ δείκνυϲιν διάταξιϲ τῶν αὐτοκρατόρων Ϲεβήρου καὶ Ἀντωνίνου. Ὁ τῷ | 1.1 |
| πατρὶ ἐπαγγειλάμενοϲ ἐπιτροπεύειν τῶν παίδων ἀφίεϲθαι ταύτηϲ τῆϲ ἐπιτροπῆϲ οὐ δύναται, κἂν | |
| ἄλλωϲ ἔχῃ δίκαια ἀφέϲεωϲ. Εἰδέναι δεῖ ὅτι ἀξίωμα οὐδενὶ παρέξει παραίτηϲιν. ὅθεν ἐάν τιϲ | 2.1 |
| ϲυγκλητικὸϲ ᾖ, οὗτοϲ ἐπιτροπεύϲει καὶ τῶν καταδεεϲτέραϲ τάξεωϲ ὄντων ϲυγκλητικῶν, ὅπερ ἀντέ- | |
| γραψαν οἱ θειότατοι Μάρκοϲ καὶ Κόμμοδοϲ. Εἰ δέ τιϲ ἐπίτροποϲ ἢ κουράτωρ ὢν μὴ ϲυγκλητικοῦ | 3.1 |
| ἢ ἄλλωϲ ἀξιωματικοῦ, εἶτα ὕϲτερον γένηται ϲυγκλητικόϲ, διηνεκῶϲ ἀπολύεται τῆϲ φροντίδοϲ. εἰ | |
| δὲ οἱ ἐπιτροπευόμενοι ἢ κουρατορευόμενοι παρ’ αὐτοῦ παῖδεϲ ἦϲαν ϲυγκλητικοῦ, οὐκ ἀπολύεται | |
| τῆϲ ἐπιτροπῆϲ. Ὁμοίωϲ δὲ ὁ καταδεεϲτέραϲ τάξεωϲ ὢν οὐ παραιτήϲεται ἐπιτροπεύειν ἢ κουρα- | 4.1 |
| τορεύειν τῶν μειζόνων. Μηδὲ λιβραρίουϲ μηδὲ καλκουλάτοραϲ, οὓϲ διαψηφιϲτὰϲ λέγομεν, ἔχειν | 5.1 |
| ἀλειτουργηϲίαν λέγουϲιν αἱ θεῖαι διατάξειϲ. Ἤδη δὲ καὶ οἱ Ἰουδαῖοι τῶν μὴ Ἰουδαίων ἐπιτροπεύ- | 6.1 |
| ϲουϲιν, ὥϲπερ καὶ τὰ λοιπὰ λειτουργήϲουϲιν· αἱ γὰρ διατάξειϲ ἐκείνοιϲ μόνοιϲ ἀνενοχλήτουϲ αὐτοὺϲ | |
| εἶναι κελεύουϲιν, δι’ ὧν ἡ θρηϲκεία χραίνεϲθαι δοκεῖ. Λογιϲτεία πόλεωϲ οὐδὲ εἰϲ ἀριθμὸν μιᾶϲ | 7.1 |
| ἐπιτροπῆϲ προχωρεῖ. Ἀπελεύθεροι γυναικῶν ϲυγκλητικῶν, κἂν διοικῶϲιν τὰ αὐτῶν πράγματα, οὐκ | 8.1 |
| ἀπολύονται ἐπιτροπῶν· τοῦτο γὰρ τοῖϲ τῶν ἀρρένων ϲυγκλητικῶν ἀπελευθέροιϲ μόνοιϲ ϲυγκεχώ- | |
| ρηται. Ἐὰν ὁ τῆϲ πόλεωϲ ἄρχων, τοῦτ’ ἔϲτιν ὁ ϲτρατηγὸϲ διαπιπτούϲηϲ αὐτῷ τῆϲ χειροτονίαϲ | 9.1 |
| ὑπεύθυνοϲ γένηται κινδύνῳ ἐπιτροπῆϲ, ταύτην οὐ ϲυναριθμήϲει ἄλλαιϲ ἐπιτροπαῖϲ, ὥϲπερ οὐδὲ | |
| ὁ ἐγγυηϲάμενοϲ ἐπιτροπήν, ἀλλ’ οὐδὲ οἱ κατὰ τιμὴν ἐπίτροποι γραφέντεϲ. Ὁ τέλη μεμιϲθωμένοϲ | 10.1 |
| παρὰ πόλεων οὐκ ἀφίεται ἐπιτροπῆϲ. Ὁ πολιὰ δίκαια ἔχων εἰπεῖν, ὧν ἕκαϲτον καθ’ ἑαυτὸ οὐκ | 11.1 |
| ἔϲτιν ἰϲχυρόν, εἰ δυνήϲεται ἀφεθῆναι ἐζητήθη. οἷον ἑβδομήκοντα μὲν ἐτῶν οὐκ ἔϲτιν οὐδὲ τρεῖϲ | |
| ἔχει ἐπιτροπὰϲ οὐδὲ πέντε τέκνα ἢ ἄλλο τι δίκαιον ἀφέϲεωϲ, ἔχει μέντοι δύο ἐπιτροπὰϲ καὶ δύο | |
| παῖδαϲ καὶ ἑξήκοντά ἐϲτιν ἐτῶν, ἢ ἄλλα τινὰ τοιαῦτα λέγει καθ’ ἑαυτὰ μὲν ἐντελῆ τὴν βοήθειαν | |
| μὴ παρέχοντα, τῇ δὲ πρὸϲ ἄλληλα κοινωνίᾳ ὄντα δικαιοφανῆ. ἀλλ’ ἔδοξεν τοῦτον μὴ ἀφίεϲθαι. | 5 |
| Ὁ λαβὼν ἢ ἔχων ἀλειτουργηϲίαν πολιτικῶν ἢ δημοϲίων λειτουργιῶν οὗτοϲ ἐπιτροπῆϲ οὐκ ἀφε- | 12.1 |
| θήϲεται. Ὁ ἀπολυθεὶϲ ἐπιτροπῆϲ ἢ κουρατορίαϲ οὐ πάντωϲ τοῖϲ ὑπομνήμαϲιν πρὸϲ ἄφεϲιν ἑτέραϲ | 13.1 |
| χειροτονίαϲ χρήϲεται, ἐὰν μὴ ὑπάρχῃ αὐτῷ δίκαια ἀφέϲεωϲ. Ὁ φάϲκων ἑαυτὸν ἄγνωϲτον εἶναι | 14.1 |
| τῷ πατρὶ ἢ τῇ μητρὶ τοῦ ὀρφανοῦ οὐ διὰ τοῦτο ἀφεθήϲεται. Ἔϲθ’ ὅτε καὶ ὁ τρεῖϲ ἔχων ἐπι- | 15.1 |
| τροπὰϲ ἢ κουρατορίαϲ οὐκ ἔχει δίκαιον ἀφέϲεωϲ, οἷον ἐάν τιϲ ἐπιτηδεύϲῃ ἀναδέξαϲθαι. ἤδη δὲ | |
| καὶ ὁ μετρίου γενόμενοϲ ἐπίτροποϲ ἐπιτηδεῦϲαι δοκεῖ. Ulpianus libro singulari de ex- | 16.1 |
| cusationibus ita scribit: Si quis inter tres tutelas emancipati filii sui tutelam administret, | |
| an ei haec in numerum procedit, scio dubitatum: inuenio tamen rescriptum emancipatae | |
| filiae tutelam numerari inter onera oportere. Ἐάν τιϲ χειροτονηθῇ ἐπίτροποϲ ὢν ἐν τῇ | 17.1 |
| τοῦ πατρὸϲ ἐξουϲίᾳ, εἶτα ὁ πατὴρ μὴ βούλοιτο ὑπὲρ αὐτοῦ ἀϲφαλίζεϲθαι, ἐκέλευϲαν οἱ νόμοι καὶ | |
| αὐτὸν τὸν πατέρα χειροτονεῖϲθαι ἐπίτροπον, ὡϲ μηδενὶ τρόπῳ διακρουϲθῇ τὸ ἐπὶ τῇ ἐπιτροπῇ ἀϲφαλέϲ, | |
| ὡϲ δηλοῖ τοῦ θείου Ἀδριανοῦ διάταξιϲ· 'Imperator Hadrianus Uitrasio Pollioni legato Lygdo- | |
| nensi. Si Clodius Macer, quamuis filius familias sit, idoneus tutor esse uidebitur, pater | 5 |
| autem eius idcirco cauere non uult, ut filium suum tutela eximat, et in hoc artificio per- | |
| seuerauerit, existimo te huic fraudi recte occursurum, ut et filius et ipse ad tutelam libe- | |
| rorum Clementis gerendam compellantur.' | |
| Idem libro secundo responsorum. Gaius testamento Nigidium filio suo tuto- | 16.pr.1 |
| rem dedit eundemque usque ad uicensimum quintum annum curatorem constituit: quaero, | |
| cum liceat Nigidio a curatione etiam citra appellationem se excusare, ex qua die tempora, | |
| quae in excusationibus obseruanda diuus Marcus statuit, computanda sunt, utrum ex die | |
| aperti testamenti, an ex quo ad negotia gerenda uocatur, id est post quartum decimum | 5 |
| annum impletum. Modestinus respondit excusationem a cura tunc necessariam esse, cum | |
| decreto praetoris seu praesidis confirmatus curator fuerit. | |
| Callistratus libro quarto de cognitionibus. Non tantum | 17.pr.1 |
| magnitudo patrimoniorum ineunda est susceptarum trium tutelarum quaeque suscipienda | |
| est, sed etiam aetas pupillorum consideranda est: nam si priorum pupillorum aetas prope | |
| pubertatem sit, ita ut tantummodo semenstre tempus reliquum fuerit, aut eorum quorum | |
| suscipere tutelam cogitur, non dabitur excusatio: idque principalibus constitutio- | 5 |
| nibus cauetur. Iliensibus et propter inclutam nobilitatem ciuitatis et propter coniunctionem | 1.1 |
| originis Romanae iam antiquitus et senatus consultis et constitutionibus principum plenis- | |
| sima immunitas tributa est, ut etiam tutelae excusationem habeant, scilicet eorum pupillo- | |
| rum, qui Ilienses non sint: idque diuus Pius rescripsit. Eos, qui in corporibus | 2.1 |
| sunt ueluti fabrorum, immunitatem habere dicimus etiam circa tutelarum exterorum homi- | |
| num administrationem habebunt excusationem, nisi si facultates eorum adauctae fuerint, | |
| ut ad cetera quoque munera publica suscipienda compellantur: idque principalibus consti- | |
| tutionibus cauetur. Non omnia tamen corpora uel collegia uacationem tutelarum habent, | 3.1 |
| quamuis muneribus municipalibus obstricta non sint, nisi nominatim id priuilegium eis in- | |
| dultum sit. Is qui aedilitate fungitur potest tutor dari: nam aedilitas inter eos magistratus | 4.1 |
| habetur qui priuatis muneribus excusati sunt secundum diui Marci rescriptum. Sane notum | 5.1 |
| est, quod gerentibus honorem uacationem tutelarum concedi placuit, uacare autem eos, | |
| qui, tunc primum uocentur ad suscipiendum officium tutelae: ceterum eos, qui iam se miscue- | |
| rint administrationi, ne tempore quidem magistratus uacare aeque notum est. Domini na- | 6.1 |
| uium non uidentur haberi inter priuilegia, ut a tutelis uacent, idque diuus Traianus re- | |
| scripsit. Inquilini castrorum a tutelis excusari solent nisi eorum, qui et ipsi inquilini sunt | 7.1 |
| et in eodem castro eademque condicione sunt. | |
| Ulpianus libro uicensimo ad legem Iuliam et Papiam. Bello amissi ad tu- | 18.pr.1 |
| telae excusationem prosunt: quaesitum est autem, qui sunt isti, utrum hi, qui in acie sunt | |
| interempti an uero omnes omnino, qui per causam belli parentibus sunt abrepti, in obsi- | |
| dione forte, melius igitur probabitur eos solos, qui in acie amittuntur, prodesse debere, | |
| cuiuscumque sexus uel aetatis sint: hi enim pro re publica ceciderunt. | 5 |
| Idem libro trigesimo quinto ad edictum. Illud usitatissimum est, ut his, qui | 19.pr.1 |
| in Italia domicilium habeant, administratio rerum prouincialium remittatur. | |
| Iulianus libro uicesimo digestorum. Si pupillum patruus contendat exheredatum esse | 20.pr.1 |
| et se heredem scriptum, aequum est tutorem pupillo dari recepta patrui excusatione uel, | |
| si nolit excusationem petere, remoto eo a tutela ita litem de hereditate expedire. | |
| Marcianus libro secundo institutionum. Propter litem, quam quis cum pupillo habet, | 21.pr.1 |
| excusare se at tutela non potest, nisi forte de omnibus bonis aut plurima parte eorum con- | |
| trouersia sit. Qui se uult excusare, si plures habet excusationes et | 1.1 |
| de quibusdam non probauerit, aliis uti intra tempora non prohibetur. Licet datus tutor | 2.1 |
| ad uniuersum patrimonium datus est, tamen excusare se potest, ne ultra centensimum la- | |
| pidem tutelam gerat, nisi in eadem prouincia pupilli patrimonium sit: et ideo illarum rerum | |
| dabunt tutores in prouincia praesides eius. Nec senatores ultra centensimum lapidem urbis | 3.1 |
| tutelam gerere coguntur. Habenti ergo tutorem tutor datur: sed aliarum rerum, non ea- | 4.1 |
| rundem datur. | |
| Scaeuola libro primo regularum. Geometrae a tutelis non uacant. Hi uero, | 22.1.1 |
| quibus princeps curam alicuius rei iunxit, excusantur a tutela, donec curam gerunt. | |
| Ulpianus libro secundo responsorum. Propter magistratum, quem in muni- | 23.pr.1 |
| cipio quis erat administraturus, tutelae excusationem non habere respondi. Si in castris | 1.1 |
| merentes non ab eo tutores dentur, qui in castris merebat, excusationem habere respondi. | |
| Papinianus libro undecimo quaestionum. Nequaquam credendum | 24.pr.1 |
| est ei priuilegium excusationis ablatum, cui fideicommissaria libertas soluta est: nam in | |
| toto fere iure manumissor eiusmodi nihil iuris ut patronus aduersus liberti personam con- | |
| sequitur, excepto quod in ius uocare patronum iniussu praetoris non debet. | |
| Ulpianus libro secundo de officio proconsulis. Excusare se tutor per libellos | 25.pr.1 |
| non poterit. | |
| Paulus libro singulari de excusationibus. Mensores frumentarios habere ius | 26.pr.1 |
| excusationis apparet ex rescripto diuorum Marci et Commodi, quod rescripserunt praefecto | |
| annonae. | |
| Marcianus libro quinto regularum. Legatarius, qui rogatus est alii omne | 27.pr.1 |
| legatum restituere, si maluit se excusare a tutela, legatum propter fideicommissarium | |
| consequitur: cui similis est, qui de falso egit nec optinuit. | |
| Papinianus libro quinto responsorum. Tutor petitus ante decreti diem si ali- | 28.pr.1 |
| quod priuilegium quaerit, recte petitionem institutam excludere non poterit. Quae tutoribus | 1.1 |
| remunerandae fidei causa testamento parentis relinquuntur, post excusationem ab heredibus | |
| extrariis quoque retineri placuit. quod non habebit locum in persona filii, quem pater im- | |
| puberi fratri coheredem et tutorem dedit, cum iudicium patris ut filius, non ut tutor pro- | |
| meruit. Tutorem ad tempus exulare iussum excusari non oportet, sed per tempus exilii | 2.1 |
| curator in locum ipsius debet dari. | |
| Marcianus libro secundo institutionum. Plane si in exilium datus sit tutor, | 29.pr.1 |
| potest se excusare, si in perpetuum datus est. Facilius autem exulis ignorantia, qui con- | 1.1 |
| tutorem suspectum facere non potuerit, ueniam habebit. | |
| Papinianus libro quinto responsorum. Iuris peritos, qui tutelam gerere coe- | 30.pr.1 |
| perunt, in consilium principum adsumptos optimi maximique principes nostri constituerunt | |
| excusandos, quoniam circa latus eorum agerent et honor delatus finem certi temporis ac | |
| loci non haberet. Cum oriundus ex prouincia Romae domicilium haberet, eiusdem curator | 1.1 |
| decreto praesidis ac praetoris constitutus rerum administrationem utrubique suscepit. | |
| placuit eum duas curationes administrare non uideri, quod uidelicet unius duo patrimonia | |
| non uiderentur. Qui priuilegio subnixus est, fratris curationem suscipere non cogitur. | 2.1 |
| Patronus impuberi liberto quosdam ex libertis tutores aut curatores testamento dedit. | 3.1 |
| quamuis eos idoneos esse constet, nihilo minus iure publico poterunt excusari, ne decreto | |
| confirmentur. | |
| Paulus libro sexto quaestionum. Si is, qui tres tutelas administrabat, duobus | 31.pr.1 |
| pupillis diuersis decretis datus est qui potuit excusari, et priusquam causas excusationis | |
| allegaret, unus ex pupillis, quorum iam tutelam administrabat, decessit, ubi desiit ei com- | |
| petere excusatio, statim tenuit eum prius decretum, quasi in loco tertiae tutelae quarta | |
| subroganda: nam ipso iure tutor est et antequam excusetur. potuit ergo tutela eius, qui | 5 |
| nunc quarto loco inuenitur, excusari: sed cum non sit excusatus, necessario subeundum | |
| est onus illius quoque tutelae. nec me mouet, quod dicat aliquis hoc ne exigi, an ad- | |
| ministretur tutela: hoc enim eo pertinet, ne sit finita administratio: ceterum si periculum | |
| sustineat cessationis, puto ei imputandam eam quoque tutelam. Idem euenire potest, si | 1.1 |
| duobus testamentis, cum haberet tres tutelas, tutor datus est: ubi non apertarum tabularum | |
| tempus inspici debebit, si quaeratur, quae prior delata sit tutela, sed aditae hereditatis uel | |
| condicionis existentis. Illa quoque erit differentia tutelarum, de quibus diximus, si tertia | 2.1 |
| et quarta sit delata, licet in quartam prius detentus sit, quod huius, id est quartae, ex | |
| quo iussus est administrare, illius ex quo datus est periculum sustinet. Eum, qui pupillum | 3.1 |
| bonis paternis abstinuerat, detinendum in quarta tutela existimaui quasi deposita illa. Ce- | 4.1 |
| terum putarem recte facturum praetorem, si etiam unam tutelam sufficere crediderit, si | |
| tam diffusa et negotiosa sit, ut pro pluribus cedat. neque igitur fratres consortes plurium | |
| loco habendi sunt, neque non fratres, si idem patrimonium habent et ratio administrationis | |
| pariter reddenda sit. et ex diuerso fratres diuiso patrimonio duae tutelae sunt: non enim, | 5 |
| ut dixi, numerus pupillorum, sed difficultas rationum conficiendarum et reddendarum con- | |
| sideranda est. | |
| Idem libro septimo quaestionum. Nesennius Apollinaris Iulio Paulo. Mater | 32.pr.1 |
| filium suum pupillum uel quiuis alius extraneus extraneum aeque pupillum scripsit heredem | |
| et Titio legatum dedit eumque eidem pupillo tutorem adscripsit: Titius confirmatus excu- | |
| sauit se a tutela: quaero, an legatum amittat. et quid, si testamento quidem tutor non sit | |
| scriptus, legatum tamen acceperit datusque a praetore tutor excuset se, an aeque repel- | 5 |
| lendus sit a legato? et an aliquid intersit, si a patre uel emancipato pupillo tutor datus | |
| sit uel puberi curator? respondi: qui non iure datus tutor uel curator a patre, confirmatus | |
| a praetore excusationis beneficio uti maluit, repellendus est a legato: idque et Scaeuolae | |
| nostro placuit: nam praetor, qui eum confirmat tutorem, defuncti sequitur iudicium. idem | |
| in matris testamento dicendum est. similis est matri quiuis extraneus, qui pupillum here- | 10 |
| dem instituit eique et in tutore dando prospicere uoluit, quales sunt alumni nostri. recte | |
| ergo placuit eum, qui recusat id quod testator relinquit ab eo quod petit quod idem dedit | |
| repelli debere. non semper tamen existimo eum, qui onus tutelae recusauit, repellendum | |
| a legato, sed it demum, si legatum ei ideo adscriptum appareat, quod eidem tutelam filio- | |
| rum iniunxit, non quod alioquin daturus esset etiam sine tutel<a>. id apparere potuit, si | 15 |
| posueris testamento legatum adscriptum, codicillis uero postea factis tutorem datum: in hoc | |
| enim legato potest dici non ideo ei relictum, quia et tutorem esse uoluerit testator. | |
| Idem libro uicesimo tertio quaestionum. Sed haec nimium scrupulosa sunt | 33.pr.1 |
| nec admittenda, nisi euidenter pater expresserit uelle se dare etiam, si tutelam non ad- | |
| ministrauit: semper enim legatum aut antecedit aut sequitur tutelam. | |
| Idem libro septimo quaestionum. Ex his apparet non esse his similem eum, | 34.pr.1 |
| quem praetor tutorem dedit, cum posset uti inmunitate: hic enim nihil contra iudicium | |
| fecit testatoris. nam quem ille non dedit tutorem, eum uoluisse tutelam administrare filii | |
| dicere non possumus. | |
| Idem libro uicesimo tertio quaestionum. Quid autem, si se non excusauerit, | 35.pr.1 |
| sed administrare noluerit contentus, quod ceteri idonei essent? hic poterit conueniri, si ab | |
| illis res seruari non potuisset. sed hoc non quaerendum est, sed contumacia punienda est | |
| eius, qui quodammodo se excusauit. multo magis quis dicere debebit indignum iudicio | |
| patris, qui ut suspectus remotus est a tutela. | 5 |
| Idem libro nono responsorum. Amicissimos quidem et fidelissimos parentes | 36.pr.1 |
| liberis tutores eligere solere et ideo ad suscipiendum onus tutelae etiam honore legati eos | |
| persequi. sed cum proponatur is de quo quaeritur in testamento legatum meruisse et | |
| idem pupillo substitutus, non est uerisimile hunc demum eum testatorem substituere uo- | |
| luisse, si et tutelam suscepisset: et ideo eum de quo quaeritur a legato quidem, si adhuc | 5 |
| uiueret pupillus, repellendum fuisse, a substitutione autem non esse summouendum, cum | |
| eo casu etiam suscepta tutela fin<i>retur. Lucius Titius ex tribus filiis incolumibus unum | 1.1 |
| habet emancipatum eius aetatis, ut curatores accipere debeat: quaero, si idem Titius pater | |
| petente eodem filio emancipato curator a praetore detur, an iure publico uti possit et nihilo | |
| minus trium filiorum nomine uacationem postulare. respondi praemium quidem patri, quod | |
| propter numerum liberorum ei competit, denegari non oportere. sed cum filio suo curator | 5 |
| petatur, contra naturales stimulos facit, si tali excusatione utendum esse temptauerit. | |
| Scaeuola libro secundo responsorum. Qui testamento tutor datus fuerat, | 37.pr.1 |
| adito praetore dixit se tres liberos habere, adiecit praeterea habenti patruum legitimum | |
| tutorem se uitiose tutorem datum. praetor ita decreuit: 'si legitimum tutorem habenti tutor | |
| datus es, non est tibi necessaria excusatio'. quaero, cum nemo patruus impuberi tutor | |
| esset, an nihilo minus tutor remansit. respondi secundum ea quae proponerentur, quam- | 5 |
| uis iustas excusationis causas haberet, non tamen esse excusatum propter uitium pronun- | |
| tiationis. Item quaero, si adquieuisset sententiae, an ob id, quod non gessit tutelam, utilis | 1.1 |
| actio in hunc dari debeat. respondi, si errore potius (quod se pro iure trium liberorum, | |
| quod allegabat, excusatum crederet) quam malitia ab administratione cessasset, utilem | |
| actionem non dandam. | |
| Paulus libro secundo sententiarum. Quinquaginta dierum spa- | 38.pr.1 |
| tium tantummodo ad contestandas excusationum causas pertinet: peragendo enim negotio | |
| ex die nominationis continui quattuor menses constituti sunt. | |
| Tryphoninus libro tertio decimo disputationum. Si cum ipse institueret, | 39.pr.1 |
| ut proferret excusationem, mora contradictionis impeditus est, quo minus decreto libera- | |
| retur, excusationem recte probari. | |
| Paulus libro secundo sententiarum. Post susceptam tutelam caecus aut | 40.pr.1 |
| surdus aut mutus aut furiosus aut ualetudinarius deponere tutelam potest. Paupertas, quae | 1.1 |
| operi et oneri tutelae impar est, solet tribuere uacationem. | |
| Hermogenianus libro secundo iuris epitomarum. Administrantes rem prin- | 41.pr.1 |
| cipum ex indulgentia eorum, licet citra codicillos, a tutela itemque cura tempore administra- | |
| tionis delata excusantur. Idemque custoditur in his, qui praefecturam annonae uel uigilum | 1.1 |
| gerunt. Eorum, qui rei publicae causa absunt, comites, qui sunt intra statutum numerum, | 2.1 |
| de tutela, quae absentibus uel profecturis delata est, excusantur: nam susceptam antea | |
| non deponunt. Qui corporis, item collegii iure excusantur, a collegarum filiorumque eorum | 3.1 |
| tutela non excusantur, exceptis his, quibus hoc specialiter tributum est. | |
| Paulus libro singulari de cognitionibus. Plane ultra cent<e>si<m>um miliarium | 42.pr.1 |
| ab urbe filiorum collegarum suorum tutelam suscipere non coguntur. | |
| Hermogenianus libro secundo iuris epitomarum. Libertus senatoris filiorum | 43.pr.1 |
| eius tutelam administrans ab aliis tutelis non excusatur. | |
| Tryphoninus libro secundo disputationum. Cum ex oratione diui Marci ingenuus liber- | 44.pr.1 |
| tino tutor datus excusari debeat, eandem excusationem competere etiam ei, qui ius anulo- | |
| rum impetrasset, imperator noster cum diuo Seuero patre suo rescripsit. Ergo si pupillo | 1.1 |
| libertino habenti ius anulorum datus sit ingenuus tutor uel curator, consequens est, ut ex- | |
| cusatio eius ob hanc condicionum diuersitatem non debeat accipi. At si antequam pupillus | 2.1 |
| uel pubes minor annorum uiginti quinque ius anulorum acciperet, Lucius Titius ei datus | |
| ut ingenuus excusatus fuit, post impetratum beneficium denuo eidem tutor curatorue dari | |
| poterit exemplo eo, quo placuit et rescriptum est eum, qui tempore, quod intra annum erat | |
| ex quo rei publicae causa abesse desierat, excusatus fuit, praeterito eo ipsum suo loco dari | 5 |
| posse. Et quamuis libertinus, qui senatori patrono procurat, excusationem ab | 3.1 |
| aliorum tutela habeat, iste tamen, qui ius anulorum impetrauit, qui in ordinem ingenuo- | |
| rum transit, tali excusatione uti non posset. | |
| Idem libro tertio decimo disputationum. 'Titius filiis meis, quoad rei publicae | 45.pr.1 |
| causa non abierit, tutor esto.' gessit tutelam ex testamento delatam, deinde rei publicae | |
| causa abesse coepit et desiit. an quasi noua tutela nunc delata excusari debeat etiam ob | |
| absentiam rei publicae causa, an, quia praecessit testamentum absentiam ob publicam cau- | |
| sam et est ab eo iam administrata tutela, non oporteat eum excusari? quid si liberos | 5 |
| interea susceperit aut aliam excusationem parauit? magis est, ut haec una tutela sit: ideo | |
| nec excusationem ei competere nec agi tutelae ob prius tempus posse. Sed si ita scriptum | 1.1 |
| in testamento fuit: 'Titius tutor esto: cum rei publicae causa aberit, tutor ne esto: cum | |
| redierit, tutor esto', quid de excusatione aut ob absentiam rei publicae causa aut aliam | |
| quae post obuenit dici oporteat, uideamus. praecedit autem alia quaestio, testamento ex | |
| die uel sub condicione tutores dati an se excusare ante diem condicionemue necesse ha- | 5 |
| beant et in primis an iam dies quinquaginta eis cedant, intra quos necesse est causas ex- | |
| cusationis exercere. sed uerum est non ante esse tutorem, quam dies ue<n>erit: nam nec | |
| antequam adita sit hereditas. quia igitur ex eodem testamento iam gesta fuit tutela et | |
| qui excusatus est alias afuturus rei publicae causa, reuersus continuo haeret tutelis ante | |
| susceptis etiam intra annum, sed hic ex ipso testamento desierit esse tutor et ideo ex | 10 |
| secunda tutela excusare se potest. Si a praetore detur curator mente capto aut muto siue | 2.1 |
| uentri, excusatur iure liberorum. Romae datos tutores eos tantum accipere debemus, qui | 3.1 |
| uel a praefecto urbis uel a praetore uel in testamento Romae confecto uel in continentibus | |
| dati sunt. Si tanta corporis aut mentis ualetudine ab agendis rebus libertus prohibeatur, | 4.1 |
| ut ne suis quidem negotiis sufficiat, necessitati erit subcumbendum, ne inpossibile iniun- | |
| gatur tutelae munus, quod obiri a liberto non potest cum incommodo pupilli et aduersus | |
| utilitatem eius. | |
| Paulus libro singulari de cognitionibus. Qui in collegio pistorum | 46.pr.1 |
| sunt, a tutelis excusantur, si modo per semet pistrinum exerceant: sed non alios puto | |
| excusandos quam qui intra numerum sunt. Urbici autem pistores a colle- | 1.1 |
| garum quoque filiorum tutelis excusantur. Sed et hoc genus excusationis est, si | 2.1 |
| quis se dicit ibi domicilium non habere, ubi ad tutelam datus est: idque imperator Anto- | |
| ninus cum diuo patre significauit. |