| DE UIA PUBLICA ET SI QUID IN EA FACTUM ESSE | |
| DICATUR | |
| Ἐκ τοῦ ἀϲτυνομικοῦ μονοβίβλου τοῦ Παπινιανοῦ. Οἱ ἀϲτυ- | 43.10.1.pr.1 |
| νομικοὶ ἐπιμελείϲθωϲαν τῶν κατὰ τὴν πόλιν ὁδῶν, ὅπωϲ ἂν ὁμαλιϲθῶϲιν καὶ τὰ ῥεύματα μὴ | |
| βλάπτῃ τὰϲ οἰκίαϲ καὶ γέφυραι ὦϲιν οὗ ἂν δέῃ. Ἐπιμελείϲθωϲαν δὲ ὅπωϲ οἱ ἴδιοι τοῖχοι ἢ τῶν | 1.1 |
| ἄλλων ἢ τῶν περὶ τὰϲ οἰκίαϲ ἃ εἰϲ τὴν ὁδὸν φέρει μὴ ϲφαλερὰ ᾖ, ἵνα ὡϲ δεῖ καθαιρῶϲιν οἱ | |
| δεϲπόται τῶν οἰκιῶν καὶ ἐπιϲκευάζωϲιν. ἐὰν δὲ μὴ καθαιρῶϲιν μηδὲ ἐπιϲκευάζωϲιν, ζημιούτωϲαν | |
| αὐτούϲ, ἕωϲ ἂν ἀϲφαλῆ ποιήϲωϲιν. Ἐπιμελείϲθωϲαν δὲ ὅπωϲ μηδεὶϲ ὀρύϲϲῃ τὰϲ ὁδοὺϲ μηδὲ | 2.1 |
| χωννύῃ μηδὲ κτίϲῃ εἰϲ τὰϲ ὁδοὺϲ μηδέν· εἰ δὲ μή, ὁ μὲν δοῦλοϲ ὑπὸ τοῦ ἐντυχόντοϲ μαϲτι- | |
| γούϲθω, ὁ δὲ ἐλεύθεροϲ ἐνδεικνύϲθω τοῖϲ ἀϲτυνόμοιϲ, οἱ δὲ ἀϲτυνόμοι ζημιούτωϲαν κατὰ τὸν | |
| νόμον καὶ τὸ γεγονὸϲ καταλυέτωϲαν. Ἐπιϲκευάζειν δὲ τὰϲ ὁδοὺϲ τὰϲ δημοϲίαϲ κατὰ τὴν ἑαυτοῦ | 3.1 |
| οἰκίαν ἕκαϲτον καὶ τὰϲ ὑδρορρόαϲ ἐκκαθαίρειν τὰϲ ἐκ τοῦ ὑπαιθρίου καὶ ἐπιϲκευάζειν οὕτωϲ, ὡϲ | |
| ἂν μὴ κωλύῃ ἅμαξαν ἐπιέναι. ὅϲοι δὲ μιϲθωϲάμενοι οἰκοῦϲιν, ἐὰν μὴ ἐπιϲκευάϲῃ ὁ δεϲπότηϲ, | |
| αὐτοὶ ἐπιϲκευάϲαντεϲ ὑπολογιζέϲθωϲαν τὸ ἀνάλωμα κατὰ τὸν μιϲθόν. Ἐπιμελείϲθωϲαν δὲ καὶ | 4.1 |
| ὅπωϲ πρὸ τῶν ἐργαϲτηρίων μηδὲν προκείμενον ᾖ, πλὴν ἐὰν κναφεὺϲ ἱμάτια ψύγῃ ἢ τέκτων τρο- | |
| χοὺϲ ἔξω τιθῇ· τιθέϲθωϲαν δὲ καὶ οὗτοι, ὥϲτε μὴ κωλύειν ἅμαξαν βαδίζειν. Μὴ ἐάτωϲαν δὲ | 5.1 |
| μηδὲ μάχεϲθαι ἐν ταῖϲ ὁδοῖϲ μηδὲ κόπρον ἐκβάλλειν μηδὲ νεκρὰ μηδὲ δέρματα ῥίπτειν. |